Ancient Greek · ~1 min
Section 3
Isaeus, Περὶ τοῦ Ἀστυφίλου κλήρου 3
Not analysed yet
καὶ οὕτω σφόδρα Κλέων οὑτοσὶ καὶ πρότερον καὶ νῦν οὐδένα ἄλλον τὸν κλῆρον ἡγεῖται ἕξειν ἢ αὑτόν, ὥστʼ ἐπειδὴ τάχιστα ἠγγέλθη Ἀστύφιλος τετελευτηκώς, τοῦ μὲν πατρὸς τοῦ ἐμοῦ ἀσθενοῦντος, ἐμοῦ δὲ οὐκ ἐπιδημοῦντος ἀλλὰ στρατευομένου, εἰς τὸ χωρίον ἐνεβάτευσε, καὶ εἴ τι ἄλλο ἐκεῖνος κατέλιπεν, ἅπαντα ἔφη τοῦ ὑοῦ τοῦ ἑαυτοῦ εἶναι, πρίν τι ὑμᾶς ψηφίσασθαι.