Ancient Greek · ~1 min
Section 21
Isaeus, Περὶ τοῦ Ἀστυφίλου κλήρου 21
Not analysed yet
Μάρτυρες εἰς τὰς θυσίας τοίνυν, ἐν αἷσπερ οἱ ἄλλοι Ἀθηναῖοι ἑστιῶνται, πρῶτον μὲν δημότην ὄντα, ἔπειτα ἀνεψιόν, ἔτι δὲ τὸν ὑὸν τούτου μέλλοντα ποιεῖσθαι, εἰκὸς δήπου ἦν, ὁπότε περ ἐπιδημοίη, μηδὲ μεθʼ ἑνὸς ἄλλου ἰέναι τὸν Ἀστύφιλον ἢ μετὰ Κλέωνος. ὡς τοίνυν οὐδέποτʼ ἦλθε μετʼ αὐτοῦ, ὑμῖν τῶν δημοτῶν μαρτυρίαν ἀναγνώσεται.