Ancient Greek · ~1 min
Section 22
Isaeus, Περὶ τοῦ Ἀστυφίλου κλήρου 22
Not analysed yet
Μαρτυρία οὕτως τοίνυν διακείμενος τῷ τετελευτηκότι Κλέων ἀξιοῖ τὸν ὑὸν τὸν ἑαυτοῦ τὰ ἐκείνου ἔχειν. καὶ τί δεῖ τοῦτον λέγειν; ἀλλʼ Ἱεροκλῆς, θεῖος ὢν καὶ 〈ἐκείνῳ καὶ〉 ἐμοί, οὕτως ἐστὶ τολμηρὸς ὥστε οὐ γενομένας διαθήκας ἥκει φέρων, καί φησι παρʼ ἑαυτῷ Ἀστύφιλον ταύτας καταλιπεῖν.