Ancient Greek · ~1 min
Section 28
Isaeus, Περὶ τοῦ Ἀστυφίλου κλήρου 28
Not analysed yet
καὶ ἐπειδὴ ἐγὼ ἐγενόμην καὶ ὥραν εἶχον παιδεύεσθαι, μετʼ ἐκείνου συνεπαιδευόμην. λαβὲ δέ μοι ταύτην τὴν μαρτυρίαν, εἶτα τῶν διδασκάλων ὅποι ἐφοιτῶμεν. Μαρτυρίαι τὸ τοίνυν χωρίον τὸ ἐκείνου πατρῷον, ὦ ἄνδρες, ὁ πατὴρ ὁ ἐμὸς ἐφύτευσε καὶ ἐγεώργει καὶ ἐποίει διπλασίου ἄξιον. ἀνάβητέ μοι καὶ τούτων μάρτυρες.