Ancient Greek · ~2 min
Section 29
Isaeus, Περὶ τοῦ Ἀστυφίλου κλήρου 29
Not analysed yet
Μάρτυρες ἐπεὶ τοίνυν ἐδοκιμάσθη ὁ ἀδελφός, ἀπέλαβε πάντα ὀρθῶς καὶ δικαίως, ὥστε ἐκεῖνον μηδὲ πώποτε μηδὲν ἐγκαλέσαι τῷ ἐμῷ πατρί. μετὰ δὲ ταῦτα τὴν ἀδελφὴν τὴν ἐκείνου ὁμοπατρίαν ἠγγύησεν ὁ ἐμὸς πατὴρ ὅτῳ ἐδόκει αὐτῷ, καὶ τἆλλα διῴκει, καὶ ταῦτα τῷ Ἀστυφίλῳ ἐξήρκει· ἱκανὴν γὰρ ἡγήσατο βάσανον εἰληφέναι ἀπὸ τοῦ πατρὸς τοῦ ἐμοῦ τῆς εἰς αὑτὸν εὐνοίας, ἐκ μικροῦ παιδίου τεθραμμένος παρʼ αὐτῷ. μαρτυροῦσι δὲ ὑμῖν καὶ περὶ τῆς ἐγγύης οἱ εἰδότες.