Ancient Greek · ~2 min
Section 30
Isaeus, Περὶ τοῦ Ἀστυφίλου κλήρου 30
Not analysed yet
Μάρτυρες εἰς τοίνυν τὰ ἱερὰ ὁ πατὴρ ὁ ἐμὸς τὸν Ἀστύφιλον 〈ὄντα〉 παῖδα ἦγε μεθʼ ἑαυτοῦ ὥσπερ καὶ ἐμὲ πανταχῇ καὶ εἰς τοὺς θιάσους τοὺς Ἡρακλέους ἐκεῖνον [αὐτὸν] εἰσήγαγεν, ἵνα μετέχοι τῆς κοινωνίας. αὐτοὶ ὑμῖν οἱ θιασῶται μαρτυρήσουσιν. Μάρτυρες ἐγὼ δέ, ὦ ἄνδρες, ὡς διεκείμην πρὸς τὸν ἀδελφόν, σκέψασθε. πρῶτον μὲν γὰρ συνετράφην ἐκείνῳ ἐκ παιδίου, ἔπειτα οὐδέποτε διάφορος ἐγενόμην, ἀλλʼ ἠσπάζετό με, ὡς ἴσασιν οἱ οἰκεῖοι πάντες οἱ ἡμέτεροι καὶ οἱ φίλοι· οὓς βούλομαι ὑμῖν μάρτυρας ἀναβιβάσαι.