Ancient Greek · ~1 min
Section 33
Isaeus, Περὶ τοῦ Ἀστυφίλου κλήρου 33
Not analysed yet
ὑμᾶς δέ, ὦ ἄνδρες, οὐκ εἰκός ἐστι τῷ τοὔτου γένει προσέχειν τὸν νοῦν· οὐδεὶς γὰρ πώποτε ἐκποίητος γενόμενος ἐκληρονόμησε τοῦ οἴκου ὅθεν ἐξεποιήθη, ἐὰν μὴ ἐπανέλθῃ κατὰ τὸν νόμον. . . . οὗτοι μέντοι ἀκριβῶς εἰδότες ὅτι οὐκ ἐποιήσατο Ἀστύφιλος τὸν Κλέωνος ὑόν, πολλάκις ἐληλυθότι αὐτῷ οὐδεπώποτε κεκρεανομήκασι. λαβέ μοι καὶ ταύτην τὴν μαρτυρίαν.