Ancient Greek · ~2 min
Section 34
Isaeus, Περὶ τοῦ Ἀστυφίλου κλήρου 34
Not analysed yet
Μαρτυρία ἑκατέρῳ οὖν ἡμῶν, ἐξ ὧν ἀντωμόσαμεν σκεψάμενοι, ψηφίσασθε. Κλέων μὲν γάρ φησι τὸν ὑὸν τὸν ἑαυτοῦ Ἀστυφίλῳ εἰσποιηθῆναι, καὶ ταῦτʼ ἐκεῖνον διαθέσθαι· ἐγὼ δʼ οὔ φημι, ἀλλʼ ἐμὰ εἶναι πάντα τὰ Ἀστυφίλου, ἀδελφὸς ὢν ἐκείνου, ὡς καὶ αὐτοὶ οὗτοι ἴσασι. μὴ τοίνυν, ὦ ἄνδρες, εἰσποιήσητε ὑὸν Ἀστυφίλῳ ὃν οὐδʼ αὐτὸς ζῶν ἐκεῖνος ἐποιήσατο, ἀλλὰ τοὺς νόμους οὓς ὑμεῖς ἔθεσθε βεβαιώσατέ μοι· κατὰ τούτους γὰρ ἀμφισβητῶ, ὁσιωτάτην δέησιν δεόμενος, ὦ ἄνδρες, τῆς τοῦ ἀδελφοῦ οὐσίας κληρονόμον με καταστῆσαι.