Ancient Greek · ~2 min
Section 16
Isaeus, Περὶ τοῦ Κίρωνος κλήρου 16
Not analysed yet
καὶ μετʼ ἐκείνου τε ἐθεωροῦμεν καθήμενοι παρʼ αὐτόν, καὶ τὰς ἑορτὰς ἤγομεν παρʼ ἐκεῖνον πάσας· τῷ Διί τε θύων τῷ Κτησίῳ, περὶ ἣν μάλιστʼ ἐκεῖνος θυσίαν ἐσπούδαζε καὶ οὔτε δούλους προσῆγεν οὔτε ἐλευθέρους ὀθνείους, ἀλλʼ αὐτὸς διʼ ἑαυτοῦ πάντʼ ἐποίει, ταύτης ἡμεῖς ἐκοινωνοῦμεν καὶ τὰ ἱερὰ συνεχειρουργοῦμεν καὶ συνεπετίθεμεν καὶ τἆλλα συνεποιοῦμεν, καὶ ηὔχετο ἡμῖν ὑγίειαν διδόναι καὶ κτῆσιν ἀγαθήν, ὥσπερ εἰκὸς ὄντα πάππον.