Ancient Greek · ~2 min
Section 17
Isaeus, Περὶ τοῦ Κίρωνος κλήρου 17
Not analysed yet
καίτοι εἰ μὴ θυγατριδοῦς ἡμᾶς ἐνόμιζεν εἶναι καὶ μόνους ἐκγόνους ἑώρα λοιποὺς καταλελειμμένους αὑτῷ, οὐκ ἄν ποτε ἐποίει τούτων οὐδέν, ἀλλὰ τόνδʼ ἂν αὑτῷ παρίστατο, ὃς ἀδελφιδοῦς αὐτοῦ νῦν εἶναι φησί. καὶ ταῦθʼ ὅτι ἀληθῆ πάντʼ ἐστίν, ἀκριβέστατα μὲν οἱ τοῦ πάππου θεράποντες ἴσασιν, οὓς οὗτος παραδοῦναι εἰς βάσανον οὐκ ἠθέλησεν, ἴσασι δὲ περιφανέστατα καὶ τῶν ἐκείνῳ χρωμένων τινές, οὓς παρέξομαι μάρτυρας. καί μοι λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι.