Ancient Greek · ~1 min
Section 22
Isaeus, Περὶ τοῦ Κίρωνος κλήρου 22
Not analysed yet
δεομένης δὲ τῆς τοῦ πάππου γυναικὸς ἐκ τῆς οἰκίας αὐτὸν ἐκείνης θάπτειν, καὶ λεγούσης ὅτι βούλοιτʼ ἂν αὐτὴ τὸ σῶμα τὸ ἐκείνου συμμεταχειρίζεσθαι μεθʼ ἡμῶν καὶ κοσμῆσαι, καὶ ταῦτα ἱκετευούσης καὶ κλαιούσης, ἐπείσθην, ὦ ἄνδρες, καὶ τούτῳ προσελθὼν μαρτύρων ἐναντίον εἶπον ὅτι ἐντεῦθεν ποιήσομαι τὴν ταφήν· δεδεημένη γὰρ εἴη ταῦτα ποιεῖν ἡ τούτου ἀδελφή.