Ancient Greek · ~1 min
Section 23
Isaeus, Περὶ τοῦ Κίρωνος κλήρου 23
Not analysed yet
καὶ ταῦτα Διοκλῆς ἀκούσας οὐδὲν ἀντεῖπεν, ἀλλὰ καὶ ἐωνῆσθαί τι τῶν εἰς τὴν ταφήν, τῶν δὲ ἀρραβῶνα δεδωκέναι αὐτὸς φάσκων, ταῦτα ἠξίου παρʼ ἐμοῦ λαβεῖν, καὶ διωμολογήσατο τῶν μὲν ἠγορασμένων τιμὴν ἀπολαβεῖν, ὧν δὲ ἀρραβῶνα ἔφασκε δεδωκέναι, συστῆσαι τοὺς λαβόντας. εὐθὺς οὖν τοῦτο παρεφθέγγετο, ὡς οὐδʼ ὁτιοῦν εἴη Κίρων καταλελοιπώς, οὐδένα λόγον ἐμοῦ πω ποιουμένου περὶ τῶν ἐκείνου χρημάτων.