Ancient Greek · ~2 min
Section 33
Isaeus, Περὶ τοῦ Κίρωνος κλήρου 33
Not analysed yet
πρὸς ἕνα δὲ τὸν πρῶτον τῶν συγγενῶν προσάξω, καὶ τοῦ γένους καθʼ ἕκαστον ὑμᾶς ἐρωτήσω· ῥᾷστα γὰρ οὕτω μάθοιτʼ ἄν. Κίρωνος πότερον θυγάτηρ ἢ ἀδελφὸς ἐγγυτέρω τοῦ γένους ἐστί· δῆλον γὰρ ὅτι θυγάτηρ· ἡ μὲν γὰρ ἐξ ἐκείνου γέγονεν, ὁ δὲ μετʼ ἐκείνου. θυγατρὸς δὲ παῖδες ἢ ἀδελφός; παῖδες δήπουθεν· γένος γὰρ ἀλλʼ οὐχὶ συγγένεια τοῦτʼ ἐστίν. εἰ δὴ προέχομεν ἀδελφοῦ τοσοῦτον, ἦ που τοῦδέ γʼ ὄντος ἀδελφιδοῦ πάμπολυ πρότεροί ἐσμεν.