Ancient Greek · ~1 min
Section 34
Isaeus, Περὶ τοῦ Κίρωνος κλήρου 34
Not analysed yet
δέδοικα δὲ μὴ λίαν ὁμολογούμενα λέγων ἐνοχλεῖν ὑμῖν δόξω· πάντες γὰρ ὑμεῖς τῶν πατρῴων, τῶν παππῴων, τῶν ἔτι περαιτέρω κληρονομεῖτε ἐκ γένους παρειληφότες τὴν ἀγχιστείαν ἀνεπίδικον, καὶ οὐκ οἶδʼ εἴ τινι πρὸ τοῦ πώποτε τοιοῦτος ἀγὼν συμβέβηκεν. ἀναγνοὺς οὖν τὸν τῆς κακώσεως νόμον, ὧν ἕνεκα πάντα γίγνεται, καὶ ταῦτʼ ἤδη πειράσομαι διδάσκειν.