Ancient Greek · ~2 min
Section 35
Isaeus, Περὶ τοῦ Κίρωνος κλήρου 35
Not analysed yet
Νόμος Κίρων γὰρ ἐκέκτητο οὐσίαν, ὦ ἄνδρες, ἀγρὸν μὲν Φλυῆσι, καὶ ταλάντου ῥᾳδίως ἄξιον, οἰκίας δʼ ἐν ἄστει δύο, τὴν μὲν μίαν μισθοφοροῦσαν, παρὰ τὸ ἐν Λίμναις Διονύσιον, δισχιλίας εὑρίσκουσαν, τὴν δʼ ἑτέραν, ἐν ᾗ αὐτὸς ᾤκει, τριῶν καὶ δέκα μνῶν· ἔτι δὲ ἀνδράποδα μισθοφοροῦντα καὶ δύο θεραπαίνας καὶ παιδίσκην, καὶ ἔπιπλα διʼ ὧν ᾤκει τὴν οἰκίαν, σχεδὸν σὺν τοῖς ἀνδραπόδοις ἄξια τριῶν καὶ δέκα μνῶν· σύμπαντα δὲ ὅσα φανερὰ ἦν, πλέον ἢ ἐνενήκοντα μνῶν· χωρὶς δὲ τούτων δανείσματα οὐκ ὀλίγα, ἀφʼ ὧν ἐκεῖνος τόκους ἐλάμβανε.