Ancient Greek · ~2 min
Section 40
Isaeus, Περὶ τοῦ Κίρωνος κλήρου 40
Not analysed yet
καὶ τὰ μὲν γεγενημένα, καὶ διʼ ἃ τὰ πράγματα ταῦτʼ ἔχομεν, σχεδόν τι ταῦτʼ ἐστίν, ὦ ἄνδρες· εἰ δὲ εἰδείητε τὴν Διοκλέους ἀναισχυντίαν, καὶ περὶ τὰ ἄλλα οἷός ἐστιν, οὐκ ἂν ἀπιστήσαιτε τῶν εἰρημένων οὐδενί. οὗτος μὲν γὰρ ἔχει τὴν οὐσίαν, ἀφʼ ἧς νῦν ἐστι λαμπρός, ἀλλοτρίαν, ἀδελφῶν τριῶν ὁμομητρίων ἐπικλήρων καταλειφθεισῶν αὑτὸν τῷ πατρὶ αὐτῶν εἰσποιήσας, οὐδεμίαν ἐκείνου περὶ τούτων ποιησαμένου διαθήκην.