Ancient Greek · ~1 min
Section 41
Isaeus, Περὶ τοῦ Κίρωνος κλήρου 41
Not analysed yet
τοῖν δʼ ἀδελφαῖν τοῖν δυοῖν ἐπειδὴ τὰ χρήματα εἰσεπράττετο ὑπὸ τῶν ἐκείναις συνοικούντων, τὸν μὲν τὴν πρεσβυτέραν ἔχοντα κατοικοδομήσας καὶ ἐπιβουλεύσας ἠτίμωσε, καὶ γραφὴν ὕβρεως γραφεὶς οὐδέπω τούτων δίκην δέδωκε, τῆς δὲ μετʼ ἐκείνην γενομένης τὸν ἄνδρα ἀποκτεῖναι κελεύσας οἰκέτην ἐκεῖνον μὲν ἐξέπεμψε, τὴν δʼ αἰτίαν εἰς τὴν ἀδελφὴν ἔτρεψε,