Ancient Greek · ~1 min
Section 42
Isaeus, Περὶ τοῦ Κίρωνος κλήρου 42
Not analysed yet
καταπλήξας δὲ ταῖς αὑτοῦ βδελυρίαις προσαφῄρηται τὸν ὑὸν αὐτῆς τὴν οὐσίαν ἐπιτροπεύσας, καὶ κατέχει τὸν ἀγρόν, φελλέα [χωρία ἄττα] δὲ ἐκείνῳ δέδωκε. καὶ ταῦτα ὅτι ἀληθῆ λέγω, δεδίασι μὲν αὐτόν, ἴσως δʼ ἄν μοι καὶ μαρτυρῆσαι ἐθελήσειαν· εἰ δὲ μή, τοὺς εἰδότας παρέξομαι μάρτυρας. καί μοι κάλει δεῦρο αὐτοὺς πρῶτον.