Ancient Greek · ~2 min
Section 6
Isaeus, Περὶ τοῦ Κίρωνος κλήρου 6
Not analysed yet
πρῶτον μὲν οὖν, ὡς ἦν ἡ μήτηρ ἡ ʼμὴ Κίρωνος θυγάτηρ γνησία, ἐπιδείξω τοῦτο ὑμῖν, τὰ μὲν πάλαι γεγενημένα λόγων ἀκοῇ καὶ μαρτύρων, τὰ δʼ ὥστε καὶ μνημονεύεσθαι, τοῖς εἰδόσι χρώμενος μάρτυσιν, ἔτι δὲ τεκμηρίοις ἃ κρείττω τῶν μαρτυριῶν ἐστιν· ἐπειδὰν δὲ ταῦτα φανερὰ καταστήσω, τόθʼ ὡς καὶ κληρονομεῖν μᾶλλον ἡμῖν ἢ τούτοις προσήκει τῶν Κίρωνος χρημάτων. ὅθεν οὖν ἤρξαντο περὶ αὐτῶν, ἐντεῦθεν ὑμᾶς κἀγὼ πειράσομαι διδάσκειν.