Ancient Greek · ~2 min
Section 7
Isaeus, Περὶ τοῦ Κίρωνος κλήρου 7
Not analysed yet
ὁ γὰρ πάππος ὁ ἐμός, ὦ ἄνδρες, Κίρων ἔγημε τὴν ἐμὴν τήθην οὖσαν ἀνεψιάν, ἐξ ἀδελφῆς τῆς αὑτοῦ μητρὸς αὐτὴν γεγενημένην. ἐκείνη μὲν οὖν συνοικήσασα οὐ πολὺν χρόνον, τεκοῦσα αὐτῷ τὴν ἐμὴν μητέρα, μετὰ ἐνιαυτοὺς τέτταρας τὸν βίον ἐτελεύτησεν· ὁ δὲ πάππος μιᾶς μόνης οὔσης αὐτῷ θυγατρὸς λαμβάνει πάλιν τὴν Διοκλέους ἀδελφήν, ἐξ ἧς αὐτῷ ἐγιγνέσθην ὑεῖς δύο. καὶ ἐκείνην τε ἔτρεφε παρὰ τῇ γυναικὶ καὶ μετὰ τῶν ἐξ ἐκείνης παίδων,