Ancient Greek · ~1 min
Section 36
Isaeus, Περὶ τοῦ Κλεωνύμου κλήρου 36
Not analysed yet
οἶμαι δʼ ὑμᾶς τὸ περὶ ἡμῶν δίκαιον σαφέστατʼ ἂν παρʼ αὐτῶν τούτων πυνθάνεσθαι. εἰ γάρ τις αὐτοὺς ἔροιτο διὰ τί ἀξιοῦσι κληρονόμοι γενέσθαι τῶν Κλεωνύμου, τοῦτʼ ἂν εἰπεῖν ἔχοιεν, ὅτι καὶ γένει ποθὲν προσήκουσι καὶ ἐκεῖνος αὐτοῖς χρόνον τινὰ ἐπιτηδείως διέκειτο. οὐκ ἂν ἄρα ὑπὲρ ἡμῶν μᾶλλον ἢ ὑπὲρ σφῶν αὐτῶν εἶεν εἰρηκότες;