Ancient Greek · ~1 min
Section 37
Isaeus, Περὶ τοῦ Κλεωνύμου κλήρου 37
Not analysed yet
εἴ τε γὰρ διὰ τὴν τοῦ γένους ἀγχιστείαν δεῖ γενέσθαι τινὰς κληρονόμους, ἡμεῖς ἐγγυτέρω γένει προσήκομεν· εἴ τε διὰ τὴν φιλίαν τὴν ὑπάρχουσαν, ἴσασιν αὐτὸν ἅπαντες ἡμῖν οἰκειότερον διακείμενον. ὥστʼ οὐ χρὴ παρʼ ἡμῶν, ἀλλὰ [καὶ] παρʼ αὐτῶν τούτων πυνθάνεσθαι τὸ δίκαιον.