Ancient Greek · ~1 min
Section 6
Isaeus, Περὶ τοῦ Κλεωνύμου κλήρου 6
Not analysed yet
οὐχ ὁμοίως δέ μοι δοκοῦμεν, ὦ ἄνδρες, διακεῖσθαι πρὸς ἀλλήλους. ἐγὼ μὲν γὰρ οὐχ ὅτι ἀδίκως κινδυνεύω, τοῦθʼ ἡγοῦμαι μέγιστον εἶναι τῶν παρόντων κακῶν, ἀλλʼ ὅτι ἀγωνίζομαι πρὸς οἰκείους, οὓς οὐδʼ ἀμύνεσθαι καλῶς ἔχει· οὐ γὰρ ἂν ἐλάττω συμφορὰν ἡγησαίμην κακῶς ποιεῖν τούτους ἀμυνόμενος, οἰκείους ὄντας, ἢ κακῶς παθεῖν ἐξ ἀρχῆς ὑπὸ τούτων.