Ancient Greek · ~1 min
Section 7
Isaeus, Περὶ τοῦ Κλεωνύμου κλήρου 7
Not analysed yet
οὗτοι δʼ οὐ τοιαύτην ἔχουσι τὴν γνώμην, ἀλλʼ ἥκουσιν ἐφʼ ἡμᾶς καὶ τοὺς φίλους παρακαλέσαντες καὶ ῥήτορας παρασκευασάμενοι καὶ οὐδὲν ἀπολείποντες τῆς αὑτῶν δυνάμεως, ὥσπερ, ὦ ἄνδρες, ἐχθροὺς τιμωρησόμενοι, καὶ οὐκ ἀναγκαίους καὶ συγγενεῖς κακῶς ποιήσοντες.