Ancient Greek · ~2 min
Section 12
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 12
Not analysed yet
ἀλλὰ περὶ μὲν τούτων τοσαῦτά μοι εἰρήσθω· πάλιν δʼ ἐπάνειμι ὅθεν ἀπέλιπον. Μενέξενος γὰρ ὁ Κηφισοφῶντος ὑός, ἀνεψιὸς ὢν Κηφισοδότῳ τουτῳὶ καὶ ἐμοί, καὶ προσῆκον αὐτῷ τοῦ κλήρου μέρος ὅσον περ ἐμοί, ἐπεξῄει τοῖς καταμαρτυρήσασιν ἡμῶν καὶ ἐκείνου τὰ ψευδῆ, καὶ Λύκωνα, ὅν περ εἰσήγαγε πρῶτον εἰς τὸ δικαστήριον, τοῦτον εἷλεν· ὃς ἐμαρτύρησε Δικαιογένην ποιηθῆναι τὸν νῦν ὄντα ὑπὸ τοῦ θείου τοῦ ἡμετέρου ὑὸν ἐπὶ παντὶ τῷ κλήρῳ.