Ancient Greek
Section 13
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 13
Not analysed yet
μαρτυρήσας δὲ ταῦτα ἑάλω ψευδομαρτυρίων. ἐπειδὴ δὲ Δικαιογένης, ὦ ἄνδρες, οὐκέτι ὑμᾶς δύναται ἐξαπατᾶν, πείθει Μενέξενον τὸν ὑπὲρ ἡμῶν τε καὶ ὑπὲρ αὑτοῦ πράττοντα, ἃ ἐγὼ αἰσχυνόμενος ἀναγκάζομαι διὰ τὴν ἐκείνου πονηρίαν λέγειν, --τί ποιῆσαι; κομισάμενον αὐτὸν μέρος ἐκ τοῦ κλήρου ὅ τι ἐγίγνετο, ἡμᾶς μὲν ὑπὲρ ὧν ἔπραττε προδοῦναι, τοὺς δὲ μήπω ἑαλωκότας τῶν μαρτύρων ἀφεῖναι. καὶ ἡμεῖς μὲν ταῦτα ὑπὸ τῶν φίλων καὶ τῶν ἐχθρῶν παθόντες εἴχομεν ἡσυχίαν. τούτων δʼ ὑμῖν μάρτυρας παρέξομαι.