Ancient Greek · ~2 min
Section 14
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 14
Not analysed yet
Μάρτυρες ὁ μὲν τοίνυν Μενέξενος παθὼν ἄξια τῶν ἑαυτοῦ τρόπων ἠπατήθη ὑπὸ τοῦ Δικαιογένους· ἀφεὶς γὰρ τοὺς μάρτυρας καὶ ἡμᾶς προδούς, ὧν ἕνεκα ταῦτʼ ἔπραξεν οὐκ ἐκομίσατο. ἀδικηθεὶς δὲ ὑπὸ Δικαιογένους μεθʼ ἡμῶν πάλιν ἔπραττεν. ἡμεῖς δὲ καθηγούμενοι οὐκέτι προσήκειν Δικαιογένει ἔχειν τῶν ἐκ τοῦ κλήρου μέρος οὐδέν, ἐπειδὴ οἱ μάρτυρες ἑάλωσαν, ἀμφισβητοῦμεν αὐτῷ ἅπαντος τοῦ οἴκου κατʼ ἀγχιστείαν. καὶ ὅτι ἡμεῖς τε ὀρθῶς ἐγνώκαμεν καὶ οὐδὲν ἔτι προσήκει Δικαιογένει τοῦ κλήρου, ῥᾳδίως διδάξω.