Ancient Greek · ~1 min
Section 24
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 24
Not analysed yet
ἀποστὰς δὲ Δικαιογένης ταῦτα τὰ μέρη ὧν καὶ νῦν ὁμολογεῖ ἀφεστάναι ἡμῖν, ἐβεβαίωσε Μικίωνι τὸ βαλανεῖον. καὶ ἐγὼ μὲν ὁ ἄθλιος οὐχ ὅπως τι ἐκ τοῦ κλήρου εἰληφώς, ἀλλὰ προσαπολωλεκὼς τετταράκοντα μνᾶς, ἀπῄειν ὑβρισμένος ὑπὸ τοῦ Δικαιογένους. καὶ τούτων ὑμῖν μάρτυρας παρέξομαι.