Ancient Greek · ~2 min
Section 25
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 25
Not analysed yet
Μάρτυρες ταῦτα μὲν πεπόνθαμεν ὑπὸ Δικαιογένους,ὦ ἄνδρες· ὁ δʼ ἐγγυησάμενος αὐτὸν Λεωχάρης καὶ τῶν πάντων ἡμῖν κακῶν αἴτιος οὔ φησιν ἐγγυήσασθαι ἃ καταμαρτυρεῖται αὐτοῦ, ὅτι ἐν τῷ γραμματείῳ τῷ ἐπὶ τοῦ δικαστηρίου γραφέντι οὐκ ἔνεστι ταῦτα. ἡμεῖς δέ, ὦ ἄνδρες, τότʼ ἐπὶ τοῦ βήματος σπεύδοντες τὰ μὲν ἐγράψαμεν, τῶν δὲ μάρτυρας ἐποιησάμεθα· οὗτοι δέ, ἃ μὲν αὐτοῖς συμφέρει τῶν ὁμολογηθέντων τότε, κύριά φασιν εἶναι, εἰ καὶ μὴ γέγραπται, ἃ δʼ οὐ συμφέρει, οὐ κύρια, εἰ μὴ γέγραπται.