Ancient Greek · ~1 min
Section 29
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 29
Not analysed yet
ἡμεῖς δέ, ὦ ἄνδρες, ἐπὶ τοῦ δικαστηρίου, ὅτε ἠναγκάζομεν αὐτὸν ἀφίστασθαι τούτων, ἀντὶ τῶν λῃτουργιῶν καὶ τῶν εἰς τὰ οἰκοδομήματα ἀνηλωμένων ἀφεῖμεν αὐτῷ τοὺς καρπούς, οὕτω τῶν δικαστῶν γιγνωσκόντων· ὕστερον δʼ οὐκ ἀναγκαζόμενοι ἀλλʼ ἑκόντες ἔδομεν αὐτῷ τὴν ἐν ἄστει οἰκίαν ἐξαίρετον προσθέντες τῷ τρίτῳ μέρει τοῦ κλήρου ἔχειν ἀντὶ τῶν ἐπεσκευασμένων, ἣν οὗτος ἀντὶ πεντακισχιλίων δραχμῶν παρέδωκε Φιλονείκῳ.