Ancient Greek · ~2 min
Section 30
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 30
Not analysed yet
ἔδομεν δὲ οὐ διὰ τὴν τοῦ Δικαιογένους χρηστότητα, ὦ ἄνδρες, ἀλλʼ ἐπιδεικνύμενοι ὅτι οὐ περὶ πλείονος χρήματα ποιούμεθα τῶν οἰκείων, οὐδʼ ἂν πάνυ πονηροὶ ὦσι. καὶ γὰρ πρότερον ὅτʼ ἐφʼ ἡμῖν ἐγένετο Δικαιογένην τιμωρήσασθαι καὶ ἀφελέσθαι ἃ εἶχεν, οὐκ ἐβουλήθημεν τῶν τούτου κτήσασθαι οὐδέν, ἀλλὰ τὰ ἡμέτερα μόνον κομίσασθαι ἐξήρκει ἡμῖν. οὗτος δʼ ὅτʼ ἐκράτησεν ἡμῶν, ἀπεσύλησεν ἃ ἐδύνατο, καὶ ὡς ἐχθροὺς ἀλλʼ οὐ προσήκοντας ἀπόλλυσι.