Ancient Greek · ~2 min
Section 32
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 32
Not analysed yet
καὶ οἱ διαιτηταὶ ἔφασαν, εἰ μὲν ἀνώμοτοι δύναιντʼ [ἂν] ἡμᾶς διαλλάξαι, οὕτω ποιήσειν, εἰ δὲ μή, καὶ αὐτοὶ ὀμόσαντες ἀποφανεῖσθαι ἃ δίκαια ἡγοῦνται εἶναι. ἀνακρίναντες δὲ ἡμᾶς πολλάκις καὶ πυθόμενοι τὰ πραχθέντα οἱ διαιτηταί, οἱ μὲν δύο οὓς ἐγὼ προὐβαλόμην, Διότιμος καὶ Μελάνωπος, ἤθελον καὶ ἀνώμοτοι καὶ ὀμόσαντες ἀποφήνασθαι ἃ ἐγίγνωσκον ἀληθέστατα ἐκ τῶν λεγομένων, οὓς δὲ Λεωχάρης προὐβάλετο, οὐκ ἔφασαν ἀποφανεῖσθαι.