Ancient Greek · ~1 min
Section 33
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 33
Not analysed yet
καίτοι Διοπείθης ὁ ἕτερος τῶν διαιτητῶν Λεωχάρει μὲν ἦν τουτῳὶ κηδεστής, ἐμὸς δʼ ἐχθρὸς καὶ ἀντίδικος ἐξ ἑτέρων συμβολαίων· Δημάρατος δὲ ὁ μετʼ αὐτοῦ Μνησιπτολέμῳ τῷ ἐγγυησαμένῳ Δικαιογένην μετὰ Λεωχάρους ἦν ἀδελφός. οὗτοι μέντοι οὐκ ἠθέλησαν ἀποφήνασθαι, ὁρκώσαντες ἡμᾶς ἦ μὴν ἐμμενεῖν οἷς [ἂν] αὐτοὶ γνοῖεν. καὶ τούτων ὑμῖν μάρτυρας παρέξομαι.