Ancient Greek
Section 38
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 38
Not analysed yet
καὶ τοῦτο ἐπέδωκεν, οὐκ εἰσήνεγκεν, ἀλλʼ ἐπʼ αἰσχίστῳ ἐπιγράμματι ἐξετέθη αὐτοῦ τοὔνομα ἔμπροσθεν τῶν ἐπωνύμων, ὅτι οἵδε εἰς σωτηρίαν τῆς πόλεως ὑποσχόμενοι τῷ δήμῳ εἰσοίσειν χρήματα ἐθελονταὶ οὐκ εἰσήνεγκαν. καίτοι τοι πῶς ἄξιον θαυμάζειν, ὦ ἄνδρες, εἰ ἐμὲ ἐξηπάτησεν ἕνα ὄντα, ὃς ὑμᾶς ἅπαντας ἅμα συνειλεγμένους ἐν τῇ ἐκκλησίᾳ τοιαῦτα ἐποίησε; καὶ τούτων ὑμῖν τοὺς μάρτυρας παρέξομαι. Μάρτυρες εἰς μὲν τὴν πόλιν οὕτω καὶ τοσαῦτα λελῃτούργηκε Δικαιογένης ἀπὸ τοσούτων χρημάτων·