Ancient Greek · ~2 min
Section 37
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 37
Not analysed yet
καίτοι, ὦ ἄνδρες, οὐχ ὁ πατὴρ αὐτῷ τὴν πολλὴν οὐσίαν κατέλιπεν, ἀλλʼ ὑμεῖς ἔδοτε τῇ ψήφῳ· ὥστε εἰ καὶ μὴ πολίτης ἦν, διά γε τοῦτο δίκαιος ἦν τὴν πόλιν εὖ ποιεῖν. εἰσφορῶν τοίνυν τοσούτων γεγενημένων πᾶσι τοῖς πολίταις εἰς τὸν πόλεμον καὶ τὴν σωτηρίαν τῆς πόλεως Δικαιογένης οὐκ ἔστιν ἥντινα εἰσενήνοχε· πλὴν ὅτε Λέχαιον ἑάλω, κληθεὶς ὑπὸ ἑτέρου ἐπέδωκεν ἐν τῷ δήμῳ τριακοσίας δραχμάς, ἔλαττον ἢ Κλεώνυμος ὁ Κρής·