Ancient Greek · ~2 min
Section 10
Isaeus, Περὶ τοῦ Ἁγνίου κλήρου 10
Not analysed yet
ἡμεῖς δέ, ἐγὼ καὶ Στρατίος καὶ Στρατοκλῆς, ἐπειδὴ τοῖς ἐγγύτατα γένους ἐγεγένητο ἐπίδικος ὁ κλῆρος, παρεσκευαζόμεθα ἅπαντες λαγχάνειν· πρὶν δὲ γενέσθαι τὰς λήξεις τῶν δικῶν ἡμῖν τελευτᾷ μὲν ὁ Στρατίος, τελευτᾷ δʼ ὁ Στρατοκλῆς, λείπομαι δʼ ἐγὼ μόνος τῶν πρὸς πατρὸς ὢν ἀνεψιοῦ παῖς, ᾧ μόνῳ κατὰ τοὺς νόμους ἐγίγνετο ἡ κληρονομία, πάντων ἤδη τῶν ἄλλων ἐκλελοιπότων, οἳ ταὐτὸν ἐμοὶ τῇ συγγενείᾳ προσήκοντες ἐτύγχανον.