Ancient Greek · ~2 min
Section 11
Isaeus, Περὶ τοῦ Ἁγνίου κλήρου 11
Not analysed yet
τῷ δὲ γνώσεσθε τοῦθʼ, ὅτι ἐμοὶ μὲν ἀγχιστεύειν, τοῖς δʼ ἐξ ἐκείνων γεγονόσιν οὐκ ἦν, ἐν οἷς οὗτος ὁ παῖς ἦν; αὐτὸς ὁ νόμος δηλώσει. τὸ μὲν γὰρ εἶναι τὴν ἀγχιστείαν ἀνεψιοῖς πρὸς πατρὸς μέχρι ἀνεψιῶν παίδων ὁμολογεῖται παρὰ πάντων. εἰ δὲ μεθʼ ἡμᾶς δίδωσι τοῖς ἡμετέροις παισί, τοῦτʼ ἤδη σκεπτέον ἐστί. λαβὲ οὖν αὐτοῖς τὸν νόμον καὶ ἀναγίγνωσκε. Νόμος ἐὰν δὲ μηδεὶς ᾖ πρὸς πατρὸς μέχρι ἀνεψιῶν παίδων, τοὺς πρὸς μητρὸς κυρίους εἶναι κατὰ τὰ αὐτά.