Ancient Greek · ~1 min
Section 10
Isaeus, Περὶ τοῦ Μενεκλέους κλήρου 10
Not analysed yet
μετὰ δὲ ταῦτα χρόνου διαγενομένου ἐσκόπει ὁ Μενεκλῆς ὅπως μὴ ἔσοιτο ἄπαις, ἀλλʼ ἔσοιτο αὐτῷ ὅς τις ζῶντά γηροτροφήσοι καὶ τελευτήσαντα θάψοι αὐτὸν καὶ εἰς τὸν ἔπειτα χρόνον τὰ νομιζόμενα αὐτῷ ποιήσοι. τούτῳ μὲν οὖν ἑώρα ἕνα μόνον ὑὸν ὄντα, ὥστε ἐδόκει αὐτῷ αἰσχρὸν εἶναι ἄπαιδα τοῦτον καθιστάντα ἀρρένων παίδων αὑτῷ κελεύειν δοῦναι τοῦτον εἰσποιήσασθαι.