Ancient Greek · ~1 min
Section 9
Isaeus, Περὶ τοῦ Μενεκλέους κλήρου 9
Not analysed yet
κἀκείνη τὸ μὲν πρῶτον οὐδʼ ἠνέσχετʼ αὐτοῦ λέγοντος, προιόντος δὲ τοῦ χρόνου μόλις ἐπείσθη· καὶ οὕτως ἐκδίδομεν αὐτὴν Ἠλείῳ Σφηττίῳ, καὶ ὁ Μενεκλῆς τήν τε προῖκα ἐπιδίδωσιν αὐτῷ, μετασχὼν τοῦ οἴκου τῆς μισθώσεως τῶν παίδων τῶν Νικίου, καὶ τὰ ἱμάτια, ἃ ἦλθεν ἔχουσα παρʼ ἐκεῖνον, καὶ τὰ χρυσίδια, ἃ ἦν, δίδωσιν αὐτῇ.