Ancient Greek · ~1 min
Section 33
Isaeus, Περὶ τοῦ Μενεκλέους κλήρου 33
Not analysed yet
καὶ ὡς ὅ τε ὅρκος ἐγένετο, καὶ ἔχουσιν οὗτοι ἃ ἐγνώσθη αὐτοῖς ὑπὸ τῶν οἰκείων τῶν τούτου, εἶτα νυνὶ ταυτὶ τὰ ἀγαθὰ ποιοῦσιν ἡμᾶς, τὸν μὲν τεθνεῶτα ἄπαιδα βουλόμενοι καταστῆσαι, ἐμὲ δʼ ἐκβάλλειν ὑβρίσαντες ἐκ τοῦ οἴκου, τοὺς γνόντας αὐτοὺς ὑμῖν παρέξομαι μάρτυρας, ἐὰν ἐθέλωσιν ἀναβαίνειν (εἰσὶ γὰρ τούτων οἰκεῖοι), εἰ δὲ μή, τοὺς παραγενομένους.