Ancient Greek · ~1 min
Section 34
Isaeus, Περὶ τοῦ Μενεκλέους κλήρου 34
Not analysed yet
καί μοι τὰς μαρτυρίας ἀνάγνωθι ταυτασί· σὺ δʼ ἐπίλαβε τὸ ὕδωρ. Μαρτυρίαι λαβὲ δή μοι τὰς μαρτυρίας ἐκείνας, ὡς τό τε χωρίον ἑβδομήκοντα μνῶν ἐπράθη, καὶ ὡς ἀπέλαβεν ὁ ὀρφανὸς ἑπτὰ καὶ ἐξήκοντα μνᾶς πραθέντος τοῦ χωρίου.