Ancient Greek · ~1 min
Section 8
Isaeus, Περὶ τοῦ Μενεκλέους κλήρου 8
Not analysed yet
[καὶ ἐκ ταύτης τῆς λέξεως δῆλον ὅτι φιλῶν ἀπεβάλετο· οὐδεὶς γὰρ μισῶν τινα ἱκετεύει αὐτῷ.] ἐδεῖτο οὖν ἡμῶν δοῦναι χάριν ταύτην αὑτῷ, ἐκδοῦναι ἄλλῳ αὐτὴν μετὰ τῆς γνώμης τῆς ἑαυτοῦ. καὶ ἡμεῖς ἐκελεύομεν αὐτὸν πείθειν αὐτὴν περὶ τούτων· ὅ τι γὰρ 〈ἂν〉 ἐκείνη πεισθῇ, τοῦτʼ ἔφαμεν ποιήσειν.