Ancient Greek · ~1 min
Section 10
Isaeus, Περὶ τοῦ Απολλοδώρου κλήρου 10
Not analysed yet
ὡς δʼ ἀληθῆ λέγω, καὶ δίκας εἷλεν Εὔπολιν δύο, τὴν μὲν ἐπιτροπῆς τὴν δὲ ἡμικληρίου, τοῦ πάππου συνηγωνισμένου καὶ λέγοντος, τά τε χρήματα ἐκομίσατο διʼ ἡμᾶς καὶ ταύτας τὰς χάριτας ἡμῖν ἀνταπέδωκε, τούτων πρῶτον βούλομαι παρασχέσθαι τοὺς μάρτυρας. καί μοι κάλει δεῦρο αὐτούς.