Ancient Greek · ~1 min
Section 11
Isaeus, Περὶ τοῦ Απολλοδώρου κλήρου 11
Not analysed yet
Μάρτυρες αἱ μὲν οὖν παρʼ ἡμῶν εὐεργεσίαι τοιαῦται καὶ τηλικαῦται τὸ μέγεθός εἰσιν· αἱ δὲ πρὸς ἐκεῖνον ἔχθραι περὶ τοσούτων χρημάτων ἦσαν, ἃς οὐχ οἷόν τʼ εἰπεῖν ὡς διελύσαντο καὶ φίλοι ἐγένοντο. μεγάλα γὰρ τεκμήρια αὐτῶν ἐστιν· Εὔπολις γὰρ αὐτῷ δυοῖν θυγατέρων οὐσῶν καὶ ἐκ τῶν αὐτῶν αὐτῷ γεγονὼς καὶ χρήμαθʼ ὁρῶν κεκτημένον, οὐδετέραν αὐτῷ τούτων ἔδωκε.