Ancient Greek · ~1 min
Section 12
Isaeus, Περὶ τοῦ Απολλοδώρου κλήρου 12
Not analysed yet
καίτοι δοκοῦσιν ἐπιγαμίαι καὶ μὴ συγγενεῖς ἄνδρας ἀλλὰ καὶ τοὺς τυχόντας ἀπαλλάττειν μεγάλης διαφορᾶς, ὅταν ἃ περὶ πλείστου ποιοῦνται, ταῦτʼ ἀλλήλοις ἐγχειρίζωσιν. εἴτʼ οὖν Εὔπολις γεγένηται αἴτιος 〈δοῦναι〉 μὴ βουληθείς, εἴτʼ Ἀπολλόδωρος λαβεῖν μὴ ἐθελήσας, τὰς ἔχθρας, ὅτι διέμειναν, τὸ ἔργον δεδήλωκε.