Ancient Greek · ~2 min
Section 43
Isaeus, Περὶ τοῦ Απολλοδώρου κλήρου 43
Not analysed yet
ἵνα δὲ μὴ δοκῶ διατρίβειν περὶ ταῦτα ποιούμενος τοὺς λόγους, βούλομαι διὰ βραχέων ὑμᾶς ὑπομνήσας οὕτω καταβαίνειν, τί ἑκάτερος ἡμῶν ἀξιοῖ, δηλώσας. ἐγὼ μὲν ἀδελφῆς οὔσης τῆς ἐμῆς μητρὸς Ἀπολλοδώρῳ, φιλίας αὐτοῖς πολλῆς ὑπαρχούσης, ἔχθρας δʼ οὐδεμιᾶς πώποτε γενομένης, ἀδελφιδοῦς ὢν καὶ ποιηθεὶς ὑὸς ὑπʼ ἐκείνου ζῶντος καὶ εὖ φρονοῦντος, καὶ εἰς τοὺς γεννήτας καὶ φράτορας ἐγγραφείς, ἔχειν τὰ δοθέντα, καὶ μὴ ἐπὶ τούτοις 〈εἶναι〉 ἐξερημῶσαι τὸν οἶκον τὸν ἐκείνου· Προνάπης δὲ τί ὑπὲρ τῆς ἀμφισβητούσης;