Ancient Greek · ~1 min
Section 44
Isaeus, Περὶ τοῦ Απολλοδώρου κλήρου 44
Not analysed yet
ἔχειν μὲν τοῦ τῆς γυναικὸς ἀδελφοῦ τιμὴν τοῦ ἡμικληρίου πένθʼ ἡμιτάλαντα, λαβεῖν δὲ καὶ τόνδε τὸν κλῆρον ἑτέρων ταῖς ἀγχιστείαις προτέρων αὐτοῦ τῆς γυναικὸς ὄντων, οὔτʼ ἐκείνῳ παῖδα εἰσπεποιηκὼς ἀλλὰ τὸν οἶκον ἐξηρημωκώς, οὔτε τούτῳ ἂν εἰσποιήσας, ἀλλʼ ὁμοίως ἂν καὶ τοῦτον ἐξερημώσας, καὶ ἔχθρας μὲν τηλικαύτης ὑπαρχούσης αὐτοῖς, διαλλαγῆς δὲ οὐδεμιᾶς πώποτε ὕστερον γενομένης.