Ancient Greek · ~1 min
Section 6
Isaeus, Περὶ τοῦ Απολλοδώρου κλήρου 6
Not analysed yet
Εὔπολις οὖν μόνος αὐτῶν λειφθεὶς οὐ μικρὰ ἀπολαῦσαι τῶν χρημάτων ἠξίωσεν, ἀλλὰ τὸν μὲν Μνήσονος κλῆρον, οὗ καὶ Ἀπολλοδώρῳ προσῆκε τὸ ἡμικλήριον, πάντα εἰς αὑτὸν περιεποίησε, φάσκων αὑτῷ δοῦναι τὸν ἀδελφόν, αὐτὸν δʼ ἐκεῖνον οὕτω διῴκησεν ἐπιτροπεύων ὥστε τριῶν αὐτῷ ταλάντων δίκην ὀφλεῖν.