Ancient Greek · ~2 min
Section 7
Isaeus, Περὶ τοῦ Απολλοδώρου κλήρου 7
Not analysed yet
Ἀρχέδαμος γὰρ ὁ πάππος οὑμός, ἐξ οὗ τὴν μητέρα ἔσχε τὴν Ἀπολλοδώρου, τήθην δὲ ἐμήν, ὁρῶν αὐτὸν πάντων ἀποστερούμενον τῶν χρημάτων, ἔτρεφέ τε αὐτὸν παῖδα ὄνθʼ, ὡς ἑαυτὸν καὶ τὴν μητέρα κομισάμενος, ἀνδρί τε γενομένῳ συνηγωνίσατο καὶ εἰσέπραξε τὸ ἡμικλήριον ὧν Μνήσων κατέλιπεν ὅσα τε ἐκ τῆς ἐπιτροπῆς ἀπεστέρησε, δίκας δύο ἑλών, καὶ τὴν οὐσίαν ἐποίησε κομίσασθαι τὴν αὑτοῦ πᾶσαν.