Ancient Greek
Section 30
Isocrates, Παραγραφή πρὸς Καλλίμαχον 30
Not analysed yet
καίτοι πῶς οἷόν τʼ ἐστὶν ἑτέρων κατηγορεῖν οἷς αὐτός τις ἔνοχός ἐστιν; τῷ δʼ ἂν δόξαιμεν ἀδικεῖσθαι παρὰ τὰς συνθήκας κακῶς πάσχοντες, εἰ μηδʼ αὐτοὶ φαινοίμεθʼ αὐτὰς περὶ πολλοῦ ποιούμενοι; τίνας δὲ πίστεις πρὸς τοὺς ἄλλους εὑρήσομεν, εἰ τὰς πρὸς ἡμᾶς αὐτοὺς γεγενημένας οὕτως εἰκῇ λύσομεν;